Ancient Greek
6.45.2
Joannes Stobaeus Anthologus, Anthologium 6.45.2
Unproofread scanNot analysed yet
Δοῦλος δὴ πᾶς ὀνομαίνεται τριχῶς. ὁ μὲν γὰρ τις δοῦλος κατὰ νόμον γίνεται· ὁ δὲ καττὸν τρόπον τᾶς ψυχᾶς ὁ κρατούμενος ὑπὸ τῶν ἰδίων παθημάτων τὰς ψυχᾶς· ὁ δὲ τοιοῦτος οὐχ ἀπλῶς δοῦλος οὐδὲ τᾷ φύσει δοῦλος, ἀλλὰ τῶν παθῶν δοῦλος καὶ ἐν καταχρήσει δοῦλος, καὶ μᾶλλον μοχθηρὸς ἄνθρωπος ἢ δοῦλος κατὰ φύσιν. κατὰ φύσιν δὲ δοῦλος ὁ δυνάμενος αὐτάρκως τὰς διὰ τοῦ σώματος ὑπηρεσίας παρέχεσθαι τοῖς δεσπόταις καὶ ἐν τῷ ὁδοὺς πορευθῆναι καὶ φορτία βαστάζει καὶ κακοπαθείας καὶ διακονίας ὑπομένεν, μήτε δὲ ἀρετὰν μήτε κακίαν ἐπιδεχόμενος ψυχικὰν.