Ancient Greek
6.451.2
Joannes Stobaeus Anthologus, Anthologium 6.451.2
Unproofread scanNot analysed yet
48 (28 Mein.) Θεμιστίου ἐκ τοῦ Περὶ ψυχῆς. Ταῦτα τοῦ Τίμωνος εἰπόντος, ὑπολαβὼν ὁ Πατροκλέας ‘ὁ μὲν λόγος’ εἶπεν ‘οὐχ ἥκτον ἰσχυρὸς ἢ παλαιός, ἔχει δὲ ὅμως ἀπορίας. εἰ γὰρ ἡ δόξα τῆς ἀφθαρσίας παμπάλαιός ἐστι, πῶς αὖ πάλιν τὸ τοῦ θανάτου δέος πάντων πρεσβύτατον εἶναι τῶν φόβων; εἰ μὴ νὴ Δία καὶ πάντας ἡμῖν τοῦτο τοὺς ἄλλους ἐγγενένηκεν· οὐ γὰρ νεαρὸν οὐδὲ πρόσφατόν ἐστι τὸ κλαίεσθαι τὸν τεθνηκότα, καὶ ταῦτα δὴ τὰ Ἡρωδῆ καὶ δύσφημα τῶν ὀνομάτων ἐπιλέγεσθαι, τὸν ἀθλίον καὶ τὸν οἰκτρόν’. “Ἀλλ’ οὕτω μέν’ ἔφη ὁ Τίμων ‘λογιζόμενοι καὶ τὰ ἀφθαρτα δοξάζουσι