Ancient Greek
6.46.2
Joannes Stobaeus Anthologus, Anthologium 6.46.2
Unproofread scanNot analysed yet
ποτὶ ἕν τι κοινὸν ἐπαμφέρεται, τὰν συνωρίαν· ἐν τε ναὶ τὸ σύστημα τῷ σώματος περὶ τὰν νᾶα ἐκ τινων ἀνομοίων καὶ ἐναντίων συνέσταχεν, καὶ ποτὶ ἕν τι τὸ ἄριστον συντέταχται, τὸν κυβερνᾶταν, καὶ ἐπὶ τὸ κοινὸν συμφέρον ἐπαμφέρεται, τὰν εὐπλοίαν· οὕτως δὲ καὶ ὁ οἶκος, σύστημα κοινωνίας συγγενικᾶς ὑπάρχων, ἐκ τινων ἀνομοίων συνέσταχε καὶ ἐναντίων μερέων, καὶ ποτὶ ἕν τι τὸ ἄριστον συντέταχται, τὸν οἰκοδεσπόταν, καὶ ποτὶ τὸ κοινὸν συμφέρον ἐπαμφέρεται, τὰν ὁμοφροσύναν. ὡς δ᾽ ἀπλῶς εἰπέν, πᾶς ὁ οἶκος καθάπερ ψαλτήριον τριῶν τούτων χρῆζει τυχέν, ἐξαρτίσιος, συναρμογᾶς, ἀφᾶς τινος καὶ χρήσιος μωσικᾶς. ἐξάρτισις μὲν ὧν ἐστὶν ἡ σύνθεσις τῶν αὐτῶν μερέων ἀπάντων, ἐξ ὧν συμπλαροῦται τὸ τε ὅλον καὶ τὸ πᾶν σύστημα τᾶς συγγενικᾶς κοινωνίας· τῶν δὲ μερέων αὐτῶν δύο πρᾶτα καὶ μέγιστα, ἄνθρωπος καὶ κτᾶσις, . . . . τὸ κυβερνώμενον καὶ τὰν χρᾶσιν ἐμπαρεχόμενον. ὥσπερ δὲ καὶ ζῷω τὰ πρῶτα μέρεα καὶ μέγιστα ψυχὰ καὶ σῶμα,