Ancient Greek
6.497.2 to 6.498.1
Joannes Stobaeus Anthologus, Anthologium 6.497.2-6.498.1
Unproofread scanNot analysed yet
δὲ τούτοις, εἰ μὲν ἐστὶ τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέ-σθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλωντῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον· εἰ δ’ ἐστὶναἴσθησις ἐν ᾧδον καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου,ὅσπερ ὑπολαμβάνομεν, εἰκὸς τοὺς ταῖς τιμαῖς τῶν θεῶνκαταλωμένας βοηθήσαντας πλείστης κηδεμονίας ὑπὸ τοῦδαιμονίου τυγχάνειν. Τὸ λυπούμενον ἄλλοτρίοις κακοῖς παραμυθοῦ. 38 (40 Mein.) Λιονυσίου Ἀλικάρνασέως. Τοῖς δὲ ἀνθισταμένοις καὶ μὴ παραπίπτουσι κου-φότερα γίνεται τὰ κακά. 39 (41 Mein.) Σωκράτους. Πεττεία τινὶ ἔοικεν ὁ βίος, καὶ δεῖ ὡςπερ ψῆφόν τινατίθεσθαι τὸ συμβαῖνον. οὐ γὰρ ἐστὶν ἄνωθεν βαλεῖν οὐδὲἀναθέσθαι τὴν ψῆφον. Ἄνθρω τοῦ προσπεσόντος ἔπειτα χαλεπαίνειν τοῖς θεοῖς μέζον κακὸν ἐστι ζητεῖν. Ἄνθρω τοῦ προσπεσόντος, εἰ τι τοῦ παρῃστημένου ἐστιν εὑρεῖν μέζον, ἐπιλέγεο, καὶ εὕρων, ὅτι μὴ ἐκεῖνο ἀλλὰ τὸ μειον ἔχεις, ἀσπάζεο.