Ancient Greek
6.62.2
Joannes Stobaeus Anthologus, Anthologium 6.62.2
Unproofread scanNot analysed yet
1 κοινων L |πόρου Tr. ||2 δυσπειθέστερος M A L -τερα S |τρ/ τινάξαι στρώματα καὶ πᾶν τὸ τοῖσιν παραπλήσιον. καὶ τὰ μὲν ὑπὲρ ἀνδρῶν ἀποχωρή· ἂν· ἐπιμετρήσαι δὲ τι καὶ τὴν γυναῖκα πρέπον, ὥστε μὴ τῆς ταλασίας κοινωνεῖν μόνον ταῖς θεραπαιναις, ἀλλὰ καὶ τῶν ἄλλων ἔργων τῶν ἐπανδροτέρων. καὶ γὰρ σιτοπονίας ἀψασθαι κατὰ τὴν ἐλευθέραν εἶναι μοι δοκεῖ καὶ ὕδωρ ἀνιῆσαι πῦρ ἀνακαῦσαι καὶ κλίνην καταστρῶσαι καὶ πᾶν τὸ τοῦτοῖς ὁμοῖος. πολὺ δ’ ἂν ἀνδρὶ φαίνοιτο καλλίων τῷ γε ἑαυτῆς, καὶ μάλιστα νεᾶνις οὖσα καὶ μηδέπω τετριμμένη κυοφορίαις, εἰ καὶ τρύγης ἀμπέλων αὐτουργοῦσα συμμετάσχοι καὶ συλλογῆς ἐλαίων, εἰ δὲ παρέχοι, καὶ σπόρου καὶ ἀρόσεως καὶ παραδόσεως ἐργαλείων τοῖς σχάπτουσι· ν ἢ φυτεύουσι· ν. τοῦτον γὰρ τὸν τρόπον ἕνεκα τῶν ἔργων οἶκος προσταττούμενος ὑπ’ ἀνδρὸς καὶ γυναικὸς ἄριστ’ ἂν μοι δοκεῖ κατὰ γε ταῦτα διεξάγεσθαι.