Ancient Greek
6.65.2
Joannes Stobaeus Anthologus, Anthologium 6.65.2
Unproofread scanNot analysed yet
Οὐκοῦν, ἔφη ὁ Σωκράτης, ἐπιστήμης μὲν τινος ἐδόκει ἡμῖν ὄνομα εἶναι ἡ οἰκονομία, ἡ δ᾽ ἐπιστήμη αὕτη ἐφαίνετο ἢ οἴκους αὔξειν δύνανται ἄνθρωποι, οἶκος δ᾽ ἡμῖν ἐφαίνετο ὁπερ κτῆσις ἢ σύμπασα, κτῆσιν δὲ τοῦτο ἐφραμεν εἶναι ὅ τι ἑκάστῳ εἴη ὠφέλιμον εἰς τὸν βίον, ὠφέλιμα δὲ πάντα εὑρίσκετο ὁπόσοις τις ἐπίστατο χρήσθαι. πάσας μὲν οὖν τὰς ἐπιστήμας οὔτε μαθεῖν ἡμῖν οἷόν τε ἐδόκει εἶναι, συναπεδοκιμάζομέν τε ταῖς πόλεσι τὰς βαναυσικὰς καλουμένας τέχνας, ὅτι καὶ τὰ σώματα λυμαίνεσθαι δοκοῦσι καὶ τὰς ψυχὰς καταγνῖναι.