Ancient Greek
6.74.3
Joannes Stobaeus Anthologus, Anthologium 6.74.3
Unproofread scanNot analysed yet
24 Ἐκ τοῦ Ἀριστοτέλους Περί εὐγενείας (fr. 91 Rose). Ὅλως δὲ περὶ εὐγενείας ἐγὼ ἀπορῶ, τίνας χρή καλεῖν τοὺς εὐγενεῖς. Εἰκῶς γ´, ἔφη, τοῦτο σὺ διαπορῶν· καὶ γὰρ παρὰ τῶν πολλῶν καὶ μᾶλλον παρὰ τῶν σοφῶν τὰ μὲν ἀμφισβητεῖται τὰ δ´ οὐ λέγεται σαφῶς, εὐθὺς τὰ περὶ τῆς δυνάμεως. λέγω δὲ τοῦτο, πότερον τῶν τιμιῶν ἐστὶ καὶ σπουδαίων ἢ, καθάπερ Λυκόφρων ὁ σοφιστὴς ἔγραψε, κενὸν τι πᾶμπαν. ἐκεῖνος γὰρ ἀντιπαραβάλλων ἑτέροις ἀγαθοῖς αὐτὴν ἑὐγενείας μὲν οὖν´ φησίν ἄφανές τὸ κάλλος, ἐν λόγῳ δὲ τὸ σερνόν, ὡς πρὸς δόξαν οὖσαν τὴν αἴρεσιν αὐτῆς, κατὰ δ´ ἀλήθειαν οὐδὲν διαφέροντας τοὺς ἀγενεῖς τῶν εὐγενῶν´.