Ancient Greek
6.88.2
Joannes Stobaeus Anthologus, Anthologium 6.88.2
Unproofread scanNot analysed yet
53 (14 Mein.) Ξενοφῶντος ἐκ τοῦ Περί Θεόγνιδος. Θεόγνιδός ἐστιν ἔπη τοῦ Μεγαρέως. οὗτος δὲ ὁ ποιητὴς περὶ οὐδενὸς ἄλλου λόγον πεποίηται ἢ περὶ ἀρετῆς καὶ κακίας ἀνθρώπων, καὶ ἐστὶν ἡ ποίησις σύγγραμμα περὶ ἀνθρώπων, ὥσπερ εἴ τις ἱππικὸς ὢν συγγράψοιεν περὶ ἱππικῆς. ἡ οὖν ἀρχὴ μοι δοκεῖ τῆς ποιήσεως ὀρθῶς ἔχειν. ἀρχεται γὰρ πρῶτον ἀπὸ τοῦ εὖ γενέσθαι. ψετο γὰρ οὔτ’ ἀνθρώπων οὔτε τῶν ἄλλων οὐδὲν ἂν ἀγαθὸν εἶναι, εἰ μὴ τὰ γεννηθόντα ἀγαθὰ εἴη. ἐδοξεν οὖν αὐτῷ παραδείγμασι τοῖς ἄλλοις ζῴοις χρῆσασθαι, ὅσα μὴ εἰκῇ τρέφεται, ἀλλὰ μετὰ τέχνης ἕκαστα θεραπεύεται, ὅπως γενναίωτατα ἔσονται. δηλοῖ δ’ ἐν τοιούδε τοῖς ἔπεσι·