Ancient Greek
Book 1
Joannes Zonaras, Argumenta 1.12
Not analysed yet
ὅτι ἐκάκουν οἱ Αἰγύπτιοι τοὺς Ἰσραηλίτας. περὶ τῆς γεννήσεως Μωυσέως. 4) ὅτι περικαλλὴς ἦν τὴν ἰδέαν Μωυσῆς, καὶ ὅτι οὐ 5) προσίετο θηλὴν Αἰγυπτίαν. ὅτι ἤγαγον τὴν Θέρμουθιν τὴν τροφὸν Μώσεως καὶ παρέλαβον θηλάζειν αὐτόν. 6) ἐπωνυμία τοῦ ὀνόματος Μωυσέως. ὅτι 7) ἕβδομος ἦν ἐξ Ἀβραάμ. ὅπως ἐπιτίθησι τὸ διάδημα Φαραὼ τῷ Μωσεῖ. οἷος ἦν τὴν ἡλικίαν καὶ τὴν ἀρετὴν ὁ Μωσῆς καὶ ὅπως κατ’ Αἰθιόπων ἐκστρατεύει. ὅτι προμάχοις ταῖς ἴβεσι κατὰ τῶν ἰοβόλων ἐχρήσατο. ἡ Σαβᾶν πόλις Αἰθιοπίας. 1) ὅτι Μώσης ἔλαβε γυναῖκα τοῦ Αἰθιόπων κρατοῦντος θυγατέρα. ὅτι οἶ Αἰγύπτιοι ἐμίσουν αὐτὸν καὶ σωζόμενοι. ὅτι ἔφυγε Μώσης ἐξ Αἰγύπτου εἰς Μαδιάμ, κἀκεῖ λαβὼν γυναῖκα καὶ ποιμὴν γίνεται.