Ancient Greek · ~2 min
Book 1
Joannes Zonaras, Argumenta 1.13
Not analysed yet
Ὅτι νέμων ἐν ὄρει Σινᾶ ὁρᾷ 2) τὴν βάτον ὁ Μώσης, καὶ ἐνυπνιάσθη ἐπὶ τὴν Αἴγυπτον ἀπελθεῖν. τὸ περὶ τῆς βακτηρίας τοῦ Μώσεως θαῦμα, τὴν εἰς τὸν κόλπον βληθεῖσαν δεξιὰν καὶ τὸ εἰς αἷμα μεταβληθὲν ὕδωρ. ὅτι Μωυσῆς καὶ Ἀαρὼν ἦλθον εἰς Αἴγυπτον πρὸς Φαραώ. ὅπως ἡ ῥάβδος μετεβλήθη εἰς ὄφιν. ὅσα ὁ Μώσης κακὰ τοῖς Αἰγυπτίοις ἐπήγαγε, σκληρυνομένου τοῦ Φαραώ. ὅπως τὸ πάσχα διάβασις καὶ ὑπερβασία ἐξ ἐκείνου εἰκονίξεται. ὅσοι ἦσαν οἱ στρατεύεσθαι δυνάμενοι Ἰουδαῖοι, ἐξῆλθον τῆς Αἰγύπτου. πόσους ἐνιαυτοὺς εἰς τὴν Αἴγυπτον ἤνυσαν Ἰουδαῖοι.