Ancient Greek
Book 1
Joannes Zonaras, Argumenta 1.15
Not analysed yet
ὅτι μετὰ τρίμηνον ἐξ Αἰγύπτου ἐπὶ τὸ Σινᾶ ὅρος παρῆσαν Ἰουδαῖοι. συμβουλὴ τοῦ πενθεροῦ Μώσεως 1) ὅπως χρὴ δημαγωγεῖσθαι τὸν λαόν. κατὰ τὸ ὄρος Σινᾶ ἔλαβε Μώσης τὰς ἐντολάς. ὅτι χρονίζοντος εἰς τὸ ὅρος ὁ λαὸς ἐγόγγυξε, καὶ τί ἐποίησεν Ἀαρών. πῶς ὁ Μώσης συνέτριψε τὰς πλάκας, ὀργισθεὶς διὰ τὴν μοσχοποιίαν καὶ συντρίψας τὸν μόσχον. ἐπότισε τὸν λαὸν ἐκ τοῦ χοὸς καὶ ἀπέκτεινε 2) πολλούς. καὶ 3) ἀνέβη Μώσης εἰς τὸ ὄρος, λέγων ‘‘κύριε, ἡμάρτηκεν ὁ λαός.’’ καὶ λαβὼν δύο πλάκας αὖθις ὑπέστρεψε πρὸς τὸν λαόν. περὶ τῆς κατ’ ἐπιταγὴν γεγενημένης σκηνῆς καὶ τῆς εἰς αὐτὴν προσαγωγῆς τοῦ λαοῦ ὧν εἶχον.