Ancient Greek · ~2 min
Book 1
Joannes Zonaras, Argumenta 1.14
Not analysed yet
Πόσος ἦν ὁ διώκων τοὺς Ἰουδαίους λαὸς τῶν Αἰγυπτίων. ὅπως διεῖλεν εἰς δύο τὴν θάλασσαν μέρη καὶ διεβίβασε τὸν λαόν. ὅτι ὕμνησεν ᾠδὴν Μώσης, καὶ τοῖς ὅπλοις Αἰγυπτίων ἐχρήσαντο Ἰουδαῖοι. ὅτι Μὰρ 3) καὶ Μαιρρὰν ὁ τὸ ὕδωρ τὸ πικρὸν ’ν ἔχων τόπος ἐκλήθη. ὅπως διὰ ξύλου ἐγλυκάνθη τὸ ὕδωρ 4). ὅπως τὸ τοιοῦτον θαῦμα Ἰώσηπος ἑρμηνεύει. περὶ τῶν ὀρτύγων καὶ τοῦ μάννα. ὅτι τὸ μὰν ἐπερώτησιν δηλοῖ. ὅτι ὁ ἀσσάρων 5) μέτρον ἐστιν. ὅπως ἡ πέτρα παρὰ Μώσεως ὕδωρ ἔβλυσεν. ὅπως ὁ Μώσης κατετροποῦτο τῇ ἐκτάσει τῶν χειρῶν. ὅπως Ὥρ’ καὶ Ἀαρὼν ἀνεῖχον τὰς χεῖρας τοῦ ἀδελφοῦ.