Ancient Greek · ~2 min
Book 1
Joannes Zonaras, Argumenta 1.18
Not analysed yet
ὅπως τέθνηκε Μαριὰμ ἡ τοῦ Μώσεως ἀδελφὴ μὴ ἰδοῦσα τὴν γῆν τῆς ἐπαγγελίας, καὶ Ἀαρὼν ὁμοίως, καταλιπὼν ἀρχιερέα τὸν υἱόν. ὅπως οἱ Ἑβραῖοι κατὰ Ἀμοραίων ἐμαχέσαντο, καὶ ἀναίρεσις τῶν αὐτῶν βασιλέων 5) Σηὼν καὶ Ὤγ. περὶ στρατοπεδεύσεως πρὸ 6) Ἱεριχοῦντος. περὶ Βαλαὰμ καὶ τῆς κατὰ τὴν ὁδὸν αὐτοῦ ἐπιφανείας ἀγγέλου. ὅτι ὁ Βαλαὰμ Μωσέα οὐ κατηράσατο, ἀλλὰ καὶ εὐλόγησε κινούμενος ἄκων ἐκ θεοῦ. ὅτι κατὰ συμβουλὴν Βαλαὰμ παρθένους ἀφῆκε 7) τοῖς Ἰουδαίοις, καὶ παρηνόμησαν δεινῶς. ὅπως ὁ Φινεὲς τὸν Ζαμβρὴν 8) σὺν τῇ Μαδιανίτιδι ἐξεκέντησεν. ἧττα Μαδιηναίων καὶ ἀναίρεσις πάντων ἄνευ γυναικῶν παρθένων. ὅτι γηράσας Μώσης Ἰησοῦν κατέλιπεν.