Ancient Greek · ~3 min
Book 1
Joannes Zonaras, Argumenta 1.19
Not analysed yet
ὅτι τὴν Ἀμορῖτιν 9) τῷ 10) Γὰδ καὶ Ῥουβὶμ ἀφώρισε Μώσης, διαταξάμενος ἕνα ἕκαστος τῆς οἰκείας φυλῆς μένων ἔχῃ τὸν κλῆρον, εἰ δὲ τῆς φυλῆς ἀλλοτριωθῇ 1), καὶ τοῦ κλήρου στερηθῇ. 2) ὅπως μετὰ μ’ ἔτη λ' ἐνδεουσῶν ἡμερῶν τὸν οἰκεῖον θάνατον Μώσης διέγνω καὶ συναθροίσας τὸν λαὸν παρήγγειλε ταῦτα. 3) ὅπως εἰς ὅρος ὑψηλὸν στὰς Μώσης εἶδε τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὕτως ἀφανὴς γέγονε, βιώσας ἔτη ἑκατὸν εἴκοσιν,4) ὧν ἦρξε τὸ τρίτον τούτων. περὶ τῶν τῆς Ἱεριχοῦντος κατασκόπων. περὶ Ῥαὰβ τῆς ἐν Ἱεριχοῦντι κρυψάσης τοὺς κατασκόπους, καὶ ὅσα ὑπέσχοντο αὐτῇ ποιῆσαι μετὰ τὴν τῆς πόλεως ἅλωσιν. καὶ ὅτι φοινικίδα ἀπαιωρῆσαι 5) εἰς γνώρισμα τῆς οἰκίας ἐνετέταλτο ἡ γυνή. ὅτι πρῶτοι ἱερεῖς καὶ Λευῖται τὸν Ἰορδάνην εἰσελθόντες ἀνέκοψαν αὐτόν, καὶ οὕτως ὁ λαὸς διε- πέρασεν.