Ancient Greek · ~3 min
Book 1
Joannes Zonaras, Argumenta 1.20
Not analysed yet
Περὶ τοῦ βωμοῦ καὶ τῶν λίθων οὓς ἔλαβεν Ἰησοῦς κατὰ τὸν ἀριθμὸν6) τῶν φυλῶν ἐκ τοῦ Ἰορδάνου. ὅτι κατὰ τὴν πρώτην τῆς τοῦ πάσχα ἡμέραν 7) ἤρξατο ὁ Ἰησοῦς πολιορκεῖν Ἱεριχώ. καὶ ἴως τῆς ἑβδόμης ἡμέρας τὸ τεῖχος κυκλῶν μετὰ τῶν ἱερέων καὶ τῆς κιβωτοῦ καὶ μετὰ σαλπίγγων, καὶ κατέπεσε τὸ τεῖχος, καὶ ἀρὰς κατὰ τῶν ποτε βουληθησομένων 8) ἀνεγεῖραι τὴν πόλιν Ἱεριχοῦντα ἐποιήσατο. περὶ τῶν εὑρεθέντων χρημάτων, ἃ ἀνετέθησαν τῷ θεῷ, καὶ περὶ τοῦ ἀποκρύψαντος τὸ χρυσίον, καὶ θ’ ὅτι ἀνῃρέθη διὰ τοῦτο. ὅπως ἐσπείσαντο 1) Γαβαωνῖται ὡς ὄντες ἀλλότριοι Ἱεριχοῦντος, καὶ 2) ὅτι Ἰησοῦς μαθὼν ψευσθῆναι, ἐποίησε τούτους ξυλοκόπους καὶ ὑδροφόφους 3) τῆς συναγωγῆς. ὅπως τὸν βασιλέα Ἱεροσολύμων ἥττησεν Ἰησοῦς, συμμαχῶν Γαβαωνίταις, ὅτε καὶ ἡ ἡμέρα ηὐξήθη. ὅτι Γάλγαλα τὴν ἐλευθερίαν οἱ Ἐβραῖοι καλοῦσιν.