Ancient Greek · ~2 min
Book 1
Joannes Zonaras, Argumenta 1.22
Not analysed yet
Περὶ τοῦ ξενωθέντος ἐν Γαβαὼ Λευίτου καὶ τῆς γυναικὸς αὐτοῦ τῆς βενιαμίτιδος 5), ἣν οἱ εἰς αὐτὴν πορνεύοντες διέφθειραν. καὶ ὅτι ταύτην εἰς δώδεκα μέρη διεῖλεν ὁ ταύτης ἀνὴρ καὶ ταῖς δώδεκα φυλαῖς ἔστειλε τὰ μέρη εἰς ἔλεγχον τοῦ γενομένου. περὶ Γοθονιήλ, καὶ ὅπως ἦρξε τοῦ Ἰσραηλιτῶν λαοῦ. μετὰ τὸν Γοθονιὴλ ἄναρχοι ὄντες οἱ Ἰσραηλῖται κατεφρονήθησαν. περὶ τοῦ Βενιαμίτου Ἀὼθ ἢ Ἰούδα, καὶ ὅτι τὸν Αἰγλὼμ ἀνεῖλε δόλῳ. ὅπως ἦρξε τοῦ λαοῦ Ἀώθ.