Ancient Greek · ~3 min
Book 1
Joannes Zonaras, Argumenta 1.23
Not analysed yet
Περὶ Δευώρας τῆς προφήτιδος καὶ Βαρὰκ 6) τῶν κατὰ τοῦ Σίσαρα στρατευσάντων. ὅτι φεύγων Σισάρας ἀνῃρέθη παρὰ γυναικὸς γάλακτι μεθυσθείς. θάνατος Δευώρας καὶ Βαράκ. περὶ Γεδεών, καὶ ὅσα ἐποίησεν ὁ ὀφθεὶς αὐτῷ ἄγγελος, παραθαρρύνων αὐτὸν εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον. περὶ τῆς 1) πόκου καὶ τῆς δρόσου. περὶ τῶν ἐν τῷ πίνειν λαψάντων. περὶ τῆς ἐν ὕπνοις κριθίνης μάζης, τί δηλοῖ. ὅπως τὸν οἰκεῖον λαὸν συνέταξε Γεδεών. ὅτι γηραιὸς ἐτελεύτησε Γεδεὼν καταλιπὼν υἱοὺς ἐκ διαφόρων γυναικῶν ἑβδομήκοντα, καὶ ἔνα ἐκ παλλακῆς, ὃς τοὺς ἑβδομήκοντα ἔκτεινε καὶ ἐτυράννησεν. ὅτι γύναιον ἄνωθεν βαλὸν κτείνει τὸν Ἀβιμέλεχ. ὅτι Ἰεφθάε ὑπέσχετο θῦσαι τὸ πρῶτον συναντῆσαν, εἰ νικήσει· καὶ οὕτω θύει τὴν θυγατέρα.