Ancient Greek · ~3 min
Book 1
Joannes Zonaras, Argumenta 1.27
Not analysed yet
ὅτι ὁ 4) Σαμουὴλ γεγηρακὼς τοῖς υἱοῖς τὴν κρίσιν τοῦ λαοῦ ἀνατίθησιν. ὅτι ὁ λαὸς διὰ τὴν τῶν υἱῶν τοῦ Σαμουὴλ 5) κακίαν βασιλέα ἐζήτησαν, καὶ ὁ Σαμουὴλ δεδωκέναι ὑπέσχετο, προειπὼν με- ταμελήσειν αὐτοῖς 6), εἰ λάβοιεν βασιλέα. περὶ Σαούλ, καὶ ὅπως εἰς βασιλέα ἐχρίσθη, ἀναζητῶν τοὺς ὄνους τοῦ πατρός. τίνα σημεῖα ἐπὶ τῷ χρίσματι δέδωκε τῷ Σαοὺλ ὁ Σαμουήλ. ὅτι ὁ κλῆρος ἐπὶ τόν Σαοὺλ ἔπεσε. καὶ ἀνεζήτησαν αὐτόν, καὶ εὗρον ἀπόντα. ὅτι ἐζήτησεν ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς ἐξελεῖν ἑκάστου δεξιὸν ὀφθαλμὸν τῶν Γαλααδιτῶν, καὶ οὕτως ἀπαλλαγῆναι αὐτῶν. ὅτι προτὴν εφήτευσε Σαοὺλ1) τὴν ἀπώλειαν τῶν ἐχθρῶν. ὅπως κατετροπώσατο Ἀμμανίτας ὁ Σαούλ. ἡ δευτέρα τοῦ Σαοὺλ ἀναγόρευσις. πότε ἦσαν Ἑβραῖοι ἀριστοκρατούμενοι καὶ πότε ἄναρχοι καὶ πότε ἐκρίνοντο καὶ πότε ἐβασιλεύοντο.