Ancient Greek · ~3 min
Book 1
Joannes Zonaras, Argumenta 1.26
Not analysed yet
Κίνησις Παλαιστηνῶν 2) κατὰ Ἰσραηλιτῶν καὶ τῆς κιβωτοῦ ἀποστολὴ εἰς βοήθειαν καὶ Ἑβραίων ἧττα καὶ φόνος τῶν παίδων Ἠλεὶ καὶ ἅλωσις τῆς κιβωτοῦ, καὶ θάνατος διὰ τοῦτο τοῦ Ἠλεί, ἐνενή- κοντα ἐτῶν γενομένου. ὅτι εἰς Ἄξωτον πόλιν οἶ ἀλ- λόφυλοι τὴν κιβωτὸν ἀπήγαγον, καὶ ἀνέθεντο ἐν εἰδωλείῳ θεῷ Δαγών, καὶ διαπέπτωκε τὸ εἴδωλον. ὅτι δυσεντερία ἐνέσκηψε τῇ πόλει Ἀζωτίων, καὶ μύες ἐκ τῆς γῆς ἀνεδόθησαν. ὅτι ἀπὸ πόλεως εἰς πόλιν ἡ κιβωτὸς πεμπομένη παρὰ τῶν παλαιστηνῶν ἐκάκου αὐτάς. ὅπως ἀπεστάλη ἡ κιβωτὸς ἐπὶ ἀμάξης ἀναθεμένων τὴν τῆς κιβωτοῦ ἄφιξιν τῇ ὁρμῇ τῶν βοῶν τῶν ἀλλοφύλων. 1) ὅτι βόες ἀπήγαγον μόνοι εἰς τοὺς Ἰσραηλίτας τὴν κιβωτόν. ὅτι τοὺς ἀψαμένους τῆς κιβωτοῦ ἀνιέρους ἐθανάτωσεν ὁ θεός. ὅτι ὁ Σαμουὴλ ἀντὶ ἐλευθερίας ἐπείσατο. 2) ὅτι οἱ Παλαιστηνοὶ προσβαλόντες τοῖς Ἑβραίοις ἡττήθησαν, σεισμοῦ γεγονότος καὶ βροντῶν 3) καὶ ἀστραπῶν, αἷς ἐξεδειματώθησαν καὶ οὐκέτι προσέβαλον.