Ancient Greek · ~2 min
Book 10
Joannes Zonaras, Argumenta 10.16
Not analysed yet
Διὰ τί τὰς πρὸς τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον συνθήκας ὁ Καῖσαρ ἐτήρησε, καὶ ὅτι καὶ τοῖς Ῥωμαίοις αὐτοὺς κατήλλαξε δι’ ἑτέρων. πῶς συν- ῆλθον ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος, καὶ ὅπως ἑαυτοῖς ἀρχὰς ἐθνῶν ἀπένειμαν. ὅτι τῷ Καίσαρι ἐμνηστεύθη ἡ τῆς γυναικὸς τοῦ Ἀντωνίου θυγάτηρ. περὶ σημείων. ὅτι ἐν τῇ Ῥώμῃ ἐλθόντες σφαγὰς πολλῶν ἐποιήσαντο, ἀντιδιδόντες ἀλλήλοις τοὺς ἑαυτοῦ φίλους ἕ.