Ancient Greek · ~5 min
10.17 to 10.21
Joannes Zonaras, Argumenta 10.17-21
Not analysed yet
ὅπως ὁ Κικέρων ἀνῄρηται καὶ ὅπως πρὸς αὐτὸν καὶ νεκρὸν διετέθη ὁ Ἀντώνιος καὶ ἡ γαμετὴ αὐτοῦ Φουλβία. πίστις θαυμαστὴ δούλου πρὸς δεσπότην. ἀγάπη πατρική. ὅσα βίαια τότε ἐπράχθη. ὅτι ὁ μὲν Λέπιδος τὰ τῆς Ῥώμης καὶ τῆς Ἰταλίας διοικήσων εἰάθη, Καῖσαρ δὲ καὶ Ἀντώνιος κατὰ Βρούτου καὶ Κασσίου ἐστράτευσαν. ὅσα ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἐποίουν ἑτοιμαζόμενοι ἀνθίστασθαι τῷ Καίσαρι καὶ τῷ Ἀντωνίῳ. ὅτι τῶν Ῥοδίων ὁ Κάσσιος ἐκράτησε, τῶν δὲ Λυκίων ὁ Βροῦτος. ὅτι ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἀνεβάλλοντο τὴν μάχην. 2) Περὶ σημείων γεγονότων ἐν τῇ Ῥώμῃ καὶ ἐν τοῖς στρατοπέδοις. μάχη Καίσαρος καὶ Ἁντωνίου πρὸς Βροῦτον καὶ Κάσσιον καὶ ἧττα Κασσίου καὶ τῶν ταφρευμάτων πόρθησις καὶ Κασσίου ἑκούσιος σφαγή. Ἧττα τοῦ Βρούτου. σῆ Ἕλληνα πληροῦντα καὶ πρὸ τοῦ εὐὰ εὐαγγελίου) τὸ ἔνα τις θῇ τὴν ψυχὴν ὑπὲρ τοῦ φίλου αὐτοῦ. 1) αὐτοχειρία Βρούτου περὶ Πορκίας τῆς τοῦ Βρούτου γυναικός. ὅτι καὶ ὁ Κάσσιος καὶ ὁ Βροῦτος τοῖς ξίφεσιν, οἷς ἀνεῖλον τὸν Καίσαρα, ἀνῃρέθησαν. ὅτι ἐν Ῥώμῃ τῷ Καίσαρι διηνέχθη ἡ τοῦ Ἀντωνίου γυνὴ καὶ ὁ ἀδελφὸς ἐκείνου ὑπατεύων. ὅτι ἡ στά- σις μέσον τοῦ δήμου καὶ τῶν στρατιωτῶν ἐγένετο. ὅτι ἔσπευσεν ὁ Καῖσαρ σπείσασθαι τῷ Σέξτῳ καὶ τῶν σπονδῶν διήμαρτε.