Ancient Greek · ~3 min
Book 10
Joannes Zonaras, Argumenta 10.27
Not analysed yet
Περὶ τοῦ ἔθνους τῶν Παννονίων οἷοί εἰσι καὶ ὅπου οἰκοῦσιν. ὅτι δόλῳ συνέσχε τὸν Ἀρμένιον ὁ Ἀντώνιος. ὅτι καὶ τὸν Ἀρμένιον καὶ τοὺ ’ς αὐτοῦ τῇ Κλεοπάτρᾳ ὁ Ἀντώνιος ἐχαρίσατο καὶ ὅτι ἀταπείνωτοι πρὸς αὐτὴν ἐκεῖνοι ἔμειναν. ὅτι τὴν μὲν δημοκρατίαν οἱ Ῥωμαῖοι ἀπώλεσαν, οὔπω δὲ ἐς φαἐστασίασαν νερὰν περιέστησαν μοναρχίαν. αἰτίαι δι’ ἃς ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος ἐχθροὶ ἀλλήλων ἐγένοντο. ὅτι πολλὰ τοῦ Ἀντωνίου ὁ Καῖσαρ παρὰ Ῥωμαίοις κατηγόγησε. καὶ ὅτι τὰς διαθήκας τοῦ Ἀντωνίου λαβὼν δημοσίᾳ ἀνέγνω καὶ ἐξέμηνε κατ’ ἐκείνου πάντας. 1) ὅπως ἡ Κλεοπάτρα τὸν Ἀντώνιον ἐδουλώσατο ἢ ἐκ γοητειῶν ἢ ἐξ ἔρωτος. ὅτι ἡτοιμάζοντο εἰς τὸν κατ’ ἀλλήλων πόλεμον ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος, καὶ περὶ σημείων τότε συμβάντων.