Ancient Greek · ~4 min
10.23 to 10.26
Joannes Zonaras, Argumenta 10.23-26
Not analysed yet
ὅσα ὁ Ἀντώνιος εἰς τὴν Ἑλλάδα πλεύσας ἐποίησεν. περὶ Βεντιδίου καὶ Λαβιηνοῦ καὶ τῶν Παρθῶν. ὅτι τὸ πλῆθος πρὸς τοὺς τελώνας ἐστασίασαν. 1) ὅτι τὴν Λιβίαν ἔγημεν ὁ Καῖσαρ ἔγκυον οὖσαν, τοῦ ἀνδρὸς αὐτῆς ταύτην ἐκδόντος αὐτῷ. τίσι πάλαι τῶν Ῥωμαίων δακτυλίοις κοσμεῖσθαι ἐξῆν. διὰ τίνας αἰτίας ὁ Καῖσαρ καὶ ὁ Σέξτος ἐπολέμησαν. Ὅτι ἡ Ὀκταβία ἡ τοῦ Καίσαρος ἀδελφὴ τῷ Ἀντωνίῳ συνῴκησεν. ὅτι ἑαυτοῖς ὁ Καῖσαρ καὶ ’Ανώνιος τὰς ἡγεμονίας ἐπέτρεπον. ὅτι ἐσφάλη ὁ Καῖσαρ στόλῳ τῇ Σικελίᾳ προσβαλών. ναυμαχία τοῦ Σέξτου καὶ τῶν τοῦ Καίσαρος. μάχη Σέξτου καὶ τοῦ Καίσαρος. ὅτι διηνέχθη ὁ Καῖσαρ καὶ ὁ Λέπιδος. ἧττα Σέξτου. φυγὴ Σέξτου. ὅτι οἶ τοῦ Λεπίδου ηὐτομόλησαν πρὸς τὸν Καίσαρα, καὶ αὐτὸς ὁ Λέπιδος προσῆλθεν αὐτῷ. περὶ τῶν στρατιωτῶν στασιαζόντων καὶ ὅπως αὐτοὺς ὁ Καῖσαρ μετῆλθε. περὶ Σέξτου. ὅσα ἐνενόει ὁ Σέξτος. ἀναίρεσις Σέξτου. Νίκη κατὰ Παρθῶν. περὶ Ὀρώδου καὶ ὅπως ἀνῄρητο. περὶ Παρθῶν καὶ Μηδῶν καὶ τοῦ Ἀντωνίου πολεμοῦντος αὐτοῖς. οἷον ἦν τὸ τῆς χελώνης πάλαι σύνταγμα καὶ ὅτε τούτῳ Ῥωμαῖοι ἐκέχρηντο.