Ancient Greek · ~2 min
Book 13
Joannes Zonaras, Argumenta 13.18
Not analysed yet
ὅτι ὁ Μάξιμος τυραννίδι ἐπικεχείρηκεν ἀπανθρώπῳ κατὰ τοῦ νέου Οὐαλεντινιανοῦ, καὶ κρατηθεὶς παρὰ Θεοδοσίου ἀνῃρέθη. ὅτι ἑαυτὸν ἀνεῖλεν ὁ Οὐαλεντινιανός. ὅτι ἐστασίασε κατὰ Θεοδοσίου ὁ δῆμος τῶν Θεσσαλονικέων· ὁ δὲ ἔκτεινεν αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδας, καὶ ὅπως ἠλέγχθη παρὰ τοῦ μεγάλου Ἀμβροσίου. ὅτι ἀνεῖλεν ὁ Θεοδόσιος τὸν τύραννον Εὐγένιον. περὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς, ἣν ἐν τοῖς Χαλκοπρατείοις1) ἔκτισαν καὶ ὅπως καὶ διὰ ταύτην ὁ μέγας Ἀμβρό- σιος ἐπαρρησιάσατο. περὶ τῆς ἐν Ἀντιοχείᾳ γενομένης ἀταξίας.