Ancient Greek · ~3 min
13.19 to 13.23
Joannes Zonaras, Argumenta 13.19-23
Not analysed yet
Περὶ τῆς δευτέρας συνόδου. περὶ τοῦ ἁγίου Ἀμφιλοχίου. ὅτι βασιλεῖς καὶ ἄμφω τοὺς υἱοὺς ἀνηγόρευσεν ὁ Θεοδόσιος καὶ περὶ τοῦ ἁγίου Ἀρσενίου. τελευτὴ τοῦ βασιλέως Θεοδοσίου. Περὶ τοῦ Χρυσοστόμου ,ὅπως γέγονε πατριάρχης καὶ ὅπως ἐξωρίσθη. τελευτὴ Εὐδοξίας. τίνες μετὰ τὸν Χρυσόστομον ἐγένοντο πατριάρχαι. τελευτὴ Ἀρκαδίου. Περὶ τοῦ βασιλέως Ὁνωρίου. τελευτὴ Ὁνωρίου. Περὶ τῆς ἐξ Ἀθηνῶν Εὐδοκίας, ἣ συνῴκησε τῷ Θεοδοσίῳ. περὶ τοῦ εὐνούχου Ἀντιόχου. περὶ τῶν τῆς βασιλίδος ἀδελφῶν. περὶ τοῦ εἰς τὸν πα- ράλυτον Ἰουδαῖον θαύματος. Περὶ πατριαρχῶν καὶ περὶ Νεστορίου καὶ τῆς αὐτοῦ αἱρέσεως. περὶ τῆς τρίτης συνόδου. περὶ τῶν ἀπολειφθέντων τῆς συνόδου ἀρχιερέων καὶ ὅσα ἐποίησαν. ὅτι εἰς Κωνσταντινούπολιν με- τακληθέντες οἱ τῆς συνόδου ὡμονόησαν. περὶ πατριαρχῶν. περὶ τῆς ἀνακομιδῆς τοῦ σώματος τοῦ . Χρυσοστόμου. ὅτι ὁ νέος Θεοδόσιος μετέθετο τὰ τείχη τῆς πόλεως καὶ περὶ Κύρου τοῦ ἐπάρχου.