Ancient Greek · ~2 min
Book 14
Joannes Zonaras, Argumenta 14.15
Not analysed yet
ὅτι πάντοθεν τῇ Ῥωμαίων ἀρχῇ ἐγίνοντο δυστυχήματα. ὅτι δύο παῖδες τῷ Ἡρακλείῳ ἐκ τῆς Αὐγούστης Εὐδοκίας ἐτέχθησαν. τελευτὴ τῆς Αὐγούστης Εὐδοκίας. ὅτι τὴν ἰδίαν ἀνεψιὰν ὁ Ἡράκλειος ἔγημεν. ὅτι διεπρεσβεύσατο πρὸς Χοσρόην Ἡράκλειος περὶ εἰρήνης, ὁ δὲ τὴν πρεσβείαν ἀπώ- σατο. ὅτι ἐσπείσατο ὁ Χαγάνος. περὶ Κρίσπου, καὶ ὅπως διετέθη πρὸς τὸν Ἡράκλειον. ὅτι τὸν Κρίσπον κληρικὸν καρῆναι προσέταξεν. περὶ τῶν ὑπὸ τῶν Ἰουδαίων ἀναιρεθέντων χριστιανῶν καὶ περὶ τῶν τιμίων ξύλων καὶ τοῦ πατριάρχου. ὅτι τῷ Σαρβάρῳ συμπλακεὶς ὁ ‘Πράκλειος ἐνίκησεν.