Ancient Greek · ~6 min
14.16 to 14.21
Joannes Zonaras, Argumenta 14.16-21
Not analysed yet
ὅτι παραβὰς τὰς συνθήκας ὁ Χαγάνος ἐπῆλθε τῇ πόλει, καὶ ἡττηθεὶς ἔφυγεν. ὅ σὰ ὁ Πράκλειος τοῖς Πέρσαις μαχόμενος κατώρθωσεν. ὅπως ὁ ἀρχισατράπης Σάρβαρος καὶ οἱ μετ’ αὐτοῦ τῷ βασιλεῖ προσεχώρησαν. ὅπως παρὰ τοῦ υἱοῦ αὐτοῦ ὁ Χοσρόης καθῃρέθη τῆς βασιλείας καὶ ἀνῃρέθη. ὅτι ὁ Σιρόης βασιλεύσας ἐσπείσατο Ῥωμαίοις. ὅπως ὁ Ἡράκλειος εἰς τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἐξεκυλίσθη. περὶ τοῦ ἱεροῦ Σωφρονίου καὶ τῆς παρ’ ἐκείνου γενομένης συνόδου. περὶ πατριαρχῶν. περὶ Μουχούμετ ,καὶ ὅπως καὶ πότε εἰς τὰς Ῥωμαϊκὰς χώρας ἐγκατῳκίσθη. Ἡρακλείου τελευτή. Βασιλεία Κώνσταντος τοῦ ἐγγόνου Ἡρα- κλείου, ὃς καὶ μονοθελήτης ἦν. ὅτι ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς στόλῳ κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἀντιταξάμενος αὐτῷ ὁ Κώνστας ἡττήθη. ὅτι ἐπὶ και- ρὸν ἠρέμησαν οἱ Ἀγαρηνοί. περὶ πατριαρχῶν καὶ τοῦ Πυρροῦ. ὅπως ἐμισήθη ὁ Κώνστας παρὰ τῶν ὑπηκόων καὶ εἰς Σικελίαν ἀπάρας ἐκεῖ ἀνῃρέθη. Ἀπελθὼν ὁ Κωνσταντῖνος εἰς Σικελίαν τοὺς φονεῖς τοῦ πατρὸς ἐκόλασε, καὶ ὅθεν ἐπεκλήθη Πωγωνάτος. ὅτι σὺν στόλῳ οἶ Ἀγαρηνοὶ ἐπολιόρκουν τὴν Κωνσταντινούπολιν ἐπὶ ἑπτὰ ἐνιαυτούς, καὶ ἀπῆλθον παθόντες ἢ1) δράσαντες. ὅτι ἐπὶ τούτου τοῦ βασιλέως τὸ ὑγρὸν πῦρ εὑρέθη. ὅτι ἀπογνόντες οἶ τῆς Ἄγαρ εἰρήνην ᾔτησαν, καὶ δασμὸν φέρειν ἐτήσιον τῆ̣ βασιλείᾳ Ῥωμαίων κατέθεντο. Ὅτι καὶ οἶ ἑσπέριοι τῶν Ῥωμαίων πολέμιοι ἐσπείσαντο. περὶ πατριαρχῶν ,καὶ τῆς ἕκτης συνόδου. 2) ὅτι ἐξεστράτευσε κατὰ Βουλγάρων οὗτος ὁ βασιλεύς ,εἶτα τῶν Ῥωμαίων τραπέντων ἠναγκάσθη σπείσασθαι καὶ φόρους διδόναι. τελευτὴ3) Κωνσταντίνου τοῦ Πωγωνάτου.