Ancient Greek · ~6 min
15.1 to 15.6
Joannes Zonaras, Argumenta 15.1-6
Not analysed yet
Περὶ Ἀβασγῶν καὶ ὅτε καὶ ὅπως εἰς θεο- γνωσίαν μετήχθησαν. ὅτι τοὺς ἄρχοντας αὐτῶν οἱ Ἀβασγοὶ καθελόντες ἐκ τοῦ βασιλέως Ῥωμαίων ἐδέ- χοντο ἄρχοντας. ὅτι Ἄραβες ἐξ Ἀβύδου περάσαντες τὴν πόλιν ἐπολιόρκουν κατὰ γῆν τε καὶ θάλατταν, καὶ κακῶς ἀπηλλάγησαν ἀμφοτέρωθεν. ὅτι ὁ στρατηγὸς Σικελίας τυραννίδι ἐπεχείρησεν. ὅπως ἡ ἐν Σικελίᾳ ἐπανάστασις κατελύθη. ὅτι ἄνευ ἑ νηῶν αἱ ἄλλαι τῶν Ἀράβων ἀπώλοντο σὺν αὐτοῖς. περὶ τοῦ Κοπρωνύμου. ὅτι ἔστεψε τὸν Κοπρώνυμον ὁ Λέων. ὅτι κατὰ τῶν ἁγίων εἰκόνων ὁ Λέων εἰς τοὐμφανὲς ἐξελύττησεν. περὶ πατριαρχῶν. ὅθεν ὁ Λέων εἰς τὴν ἀσέβειαν προήχθη. 1) ὅτι οἱ τὴν βασιλείαν προμαντευσάμενοι Ἑβραῖοι τῷ Λέοντι τὴν τῶν ἁγίων εἰκόνων καθαί- ρεσιν ᾔτησαν. περὶ τοῦ πλησίον τῶν Χαλκοπρατείων2) βασιλικοῦ οἴκου καὶ τῆς ἐν αὐτῷ βιβλιοθήκης καὶ τῶν ἐν αὐτῷ διδασκάλων. ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Λέοντος ὁ πάπας Ῥώμης τοῖς Φράγγοις ἐσπείσατο καὶ τοὺς ἐκ τῆς Ἰταλίας τῇ βασιλείᾳ κομιζομένους ἐπέσχε φόρους. καὶ ὅτι Γερμανικὸν ἔθνος οἱ Φράγγοι, καὶ οὐ Ῥωμαῖοι. οἶα κατὰ τῶν ὀρθοδόξων ἐποίει ὁ Λέων. καὶ ὅτι τὴν τοῦ Χαγάνου θυγατέρα ἔγημεν ὁ Κοπρώνυμος. Οἷος ἦν ὁ μισόθεος οὗτος. ἐπανάστασις τοῦ Ἀρταβάσδου κατὰ τοῦ Κοπρωνύμου. ὅτι ὁ Κοπρώνυμος περαιωθεὶς εἰς Θρᾴκην τὴν πόλιν ἐπολιόρκει καὶ ταύτης ἐκράτησε, καὶ ἐτύφλωσε3) τὸν Ἀρτάβασ1) δὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὸν πατριάρχην Ἀνα- στάσιον δημοσίᾳ τύψας ἐθριάμβευσεν, εἶτ’ αὖθις πατριάρχην εἴασεν εἶναι. Περὶ πατριαρχῶν καὶ περὶ τῆς τοῦ Κοπρωνύμου ἀθροισθείσης τῶν ἀνιέρων ἐπισκόπων συνό- δου. περὶ Βουλγάρων.