Ancient Greek · ~2 min
Book 15
Joannes Zonaras, Argumenta 15.7
Not analysed yet
Οἷος χειμὼν γέγονεν ἐπὶ τῆς βασιλείας ’τον δυσωνύμου. οἷα ἐφρόνει ὁ ἄθεος καὶ οἷα ἐποίει. ὅσα ἐποίει ὁ Κοπρώνυμος κατὰ τῶν μὴ πεισθέντων βεβαιῶσαι τὴν κατὰ τῶν ἁγίων εἰκόνων συγγραφήν. ὅτι κατὰ Βουλγάρων ἐκστρατεύσας ἄπρακτος ἐπανῆλθε καὶ οἶα κατὰ τῶν μοναχῶν ἐποίει καὶ κατὰ ἀρχόντων. ὅπως καὶ τὸν πατριάρχην αὐτοῦ ἐξῶσε τῆς ἐκκλησίας καὶ ἐκόλασε καὶ ἀπέκτεινεν. ὅτι τρεῖς γυναῖκας ἠγάγετο καὶ ὅσους ἔσχεν ἐξ αὐτῶν παῖ- δας καὶ ὅτι τῷ πρώτῳ υἱῷ αὐτοῦ γυναῖκα ἠγάγετο. ὅτι σπονδὰς ἔθετο μετὰ Βουλγάρων. 1)