Ancient Greek · ~2 min
15.15 to 15.17
Joannes Zonaras, Argumenta 15.15-17
Not analysed yet
Ὅτι Μανιχαίοις καὶ Ἀθιγγάνοις ἐκέχρητο ἐν μαντείαις. ἐκστρατεία κατὰ Βουλγάρων, ἐν ᾗ εὐτυ- χήσας καὶ ἐπαρθεὶς ὕστερον ἡττήθη καὶ ἀπώλετο. ὅτι τὴν κεφαλὴν τοῦ βασιλέως ὁ Κροῦμος ἀνεσταύρωσεν, εἶτα ἀντὶ κύλικος ἐκέχρητο. Ἀνάρρησις τοῦ Ῥαγγαβὲ Μιχαήλ. ὅπως διετέθη ὁ Μιχαὴλ πρὸς τὴν τοῦ Σταυρακίου σύμβιον. ὅτι ἔστεψεν ὁ Μιχαὴλ τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον. ὅτι τοὺς κατὰ τῶν ἁγίων εἰκόνων νεανιευομένους ᾐκίσατο. περὶ τῶν Ἀγαρηνῶν. ὅτι ὁ τῶν Βουλγάρων ἄρχων ᾔτει σπονδάς, ὁ δὲ βασιλεὺς ἁ) ἐκεῖνος ἐζήτει μὴ πληρῶν παρῃτή- σατο σπείσασθαι, καὶ οἶ Βούλγαροι κατὰ Μεσημβρίας ἐχώρησαν ,καὶ τὸ ἄστυ εἷλον.