Ancient Greek · ~2 min
Book 15
Joannes Zonaras, Argumenta 15.18
Not analysed yet
ὅτι μαθὼν ὁ βασιλεὺς μέλλειν τοὺς Βουλγάρους τῇ Θρᾴκῃ ἐπελθεῖν, ἐξῆλθε. καὶ οἱ μὲν Βούλγαροι ἄπρακτοι ἔμειναν, ἐκεῖνος δὲ τὴν οἰκείαν χώραν διὰ τῆς προσεδρίας τοῦ στρατοῦ ἐκάκου. ἧττα τῶν Βουλγάρων ἐπελθόντων. ἡττήθησαν οἱ Ῥωμαῖοι ἐπιβουλῇ τοῦ Ἀρμενίου Λέοντος. ὅπως ὁ Λέων ἑαυτῷ τὴν βασιλείαν περιεποιήσατο. ὅτι βίᾳ τὴν βασιλείαν καταδέχεσθαι ὁ Λέων ἐσχηματίζετο ,καὶ ὅπως ὁ Μιχαὴλ ἀπραγμόνως ἐξέστη τῆς ἀρχῆς καὶ ὅσα ἔπαθεν.