Ancient Greek · ~2 min
Book 15
Joannes Zonaras, Argumenta 15.19
Not analysed yet
ὅσα συνέβη σημαντικὰ τοῦ τὸν Μιχαὴλ τοῦ Λέοντος διάδοχον ἔσεσθαι. ὅτι περὶ σπονδῶν διαπρεσβευσάμενος ὁ Λέων πρὸς τὸν ἄρχοντα Βουλγάρων, ἐπεὶ οὐκ ἐδέχθη, ἐξεστράτευσε κατ’ ἐκείνου καὶ ἐνίκησεν. ὅπως ὁ Ἀρμένιος Λέων ἔθετο τῇ τῶν εἰκονομάχων αἱρέσει. περὶ τοῦ Μελισσηνοῦ Θεοδότου καὶ ὅπως τὸν Λέοντα ἠπάτησε κατὰ τῶν ἁγίων εἰκόνων λυττῆσαι. ὅτι ἀντιλέγοντα αὐτῷ περὶ τῶν ἁγίων εἰκόνων τὸν θεῖον Νικηφόρον τὸν πατριάρχην ἐξώρισεν. περὶ τῆς προγνώσεως τοῦ πατριάρχου Νικηφόρου καὶ τοῦ ὁμολογητοῦ Θεοφάνους.