Ancient Greek · ~3 min
15.24 to 15.26
Joannes Zonaras, Argumenta 15.24-26
Not analysed yet
ὅπως ἡ Κρήτη γέγονεν ὑπὸ τοὺς Ἀγαρηνούς. ὅπως καὶ τίνα δευτέραν γαμετὴν εἰλήφει ὁ Μιχαὴλ. περὶ πατριαρχῶν. περὶ τῶν ἐν τῆ Κρήτῃ Ἀγαρηνῶν. ἑτέρα στάσις ἐν Σικελίᾳ καὶ ὅπως ὑπὸ τοὺς Ἀγαρηνοὺς ἐγένετο ἡ νῆσος. τελευτὴ Μιχαὴλ τοῦ βασιλέως. ὅπως ἐκόλασεν ὁ Θεόφιλος τὸν ἀνελόντα τὸν Λέοντα. 2) ὅτι τὴν μητρυιὰν ἑαυτοῦ εἰς τὴν μονήν, ἐξ ἧς ἐλήφθη, ἐγκατέστησεν. περὶ τῆς γυναικὸς Εἰκασίας. ὄπως περὶ τοὺς ἀδικοῦντας διέκειτο ὁ Θεόφιλος καὶ ὅπως τῆς εὐθηνίας τῶν ὠνίων ἐφρόντιζεν. περὶ τοῦ ἀδελφοῦ τῆς Αὐγούστης τοῦ Πετρῶνά. περὶ τοῦ πλοίου τῆς Αὐγούστης. Περὶ τῶν γονέων τῆς Θεοδώρας καὶ περὶ τῆς μητρὸς αὐτῆς καὶ τῶν θυγατέρων τοῦ βασιλέως. περὶ τῆς δεσποίνης Θεοδώρας καὶ τοῦ παράφρονος Δένδερι. ὅτι βαρὺς ἦν τῶν εὐσεβῶν κολαστὴς ὁ Θεόφιλος. περὶ τοῦ συγκέλλου3) Ἰωάννου, καὶ ὅπως πρὸς τοὺς Ἀγαρηνοὺς ἀπεστάλη καὶ ὅσα ἐποίησεν.