Ancient Greek · ~2 min
Book 15
Joannes Zonaras, Argumenta 15.27
Not analysed yet
Περὶ τῶν τῆς πόλεως παραλίων τειχῶν. περὶ τοῦ ξενῶνος τοῦ Θεοφίλου. περὶ τοῦ μοναχοῦ Λαζάρου τοῦ ζωγράφου. περὶ τῶν ὁμολογητῶν αὐ- ταδέλφων Θεοφάνους καὶ Θεοδώρου τῶν γραπτῶν. ὅτι ἐπὶ θυγατρὶ ἐποιήσατο γαμβρὸν Ἀλέξιον τὸν Μωσηλέ, ὃν καὶ Καίσαρα ἐτέμησεν. περὶ τοῦ Μα1) νουὴλ καὶ τοῦ Θεοφόβου. ὅτι τοῖς Πέρσαις μαχόμενος ὁ Θεόφιλος ἡττήθη καὶ ἥλω ἄν, εἰ μὴ ὁ Θεόφοβος ἐβοήθησεν. ἐκστρατεία κατὰ τῶν Ἀγαρηνὠν καὶ νίκη τοῦ βασιλέως. 1)