Ancient Greek · ~2 min
Book 16
Joannes Zonaras, Argumenta 16.25
Not analysed yet
Ὅτι ὁ βασιλεὺς ἐν Κιλικίᾳ ἐστράτευσε καὶ πόλεις αὐτῶν εἷλεν. περὶ τῶν πυλῶν τῆς Ταρσοῦ καὶ τῆς Μοψουεστίας. περὶ τῆς Κύπρου. ὅτι τῆς Συρίας πόλεις πορθήσας καὶ τὴν Ἀντιόχειαν πολιορκῶν ἀπανέστη καὶ περὶ τοῦ ἁγίου κεραμίου. 1) ὅπως ὁ Φωκᾶς Νικηφόρος διέκειτο περὶ τὸ ὑπήκοον, καὶ ὅτι οὐδὲ τῶν ἐκκλησιαστικῶν ἀπείχετο. ὅσα εἰς κάκωσιν τῶν ὑπηκόων οὗτος ὁ βασιλεὺς ἐπενόει καὶ οἷα ἐθέσπιζεν2) ἄθεσμα. ὅτι παρὰ τοῦ Φώκα τὸ τεταρτηρὸν ἐπενοήθη καὶ ἡ προτίμησις τῆς νέας χαραγῆς.