Ancient Greek · ~2 min
16.26 to 16.27
Joannes Zonaras, Argumenta 16.26-27
Not analysed yet
Περὶ τοῦ τείχους τῶν πρὸς ἕω3) ἀνακτόρων. ὅπως ἑάλω ἡ Ἀντιόχεια ἐπὶ τούτου τοῦ αὐτοκράτορος, καὶ ὅπως ἐκεῖνος διετέθη πρὸς τοὺς ἀλόντας αὐτὴν καὶ διὰ τίνα αἰτίαν. Περὶ τῆς μέσον τῶν Ἀρμενίων καὶ τῶν πλωίμων φιλονεικίας ,καὶ ὅπως ὁ δῆμος διὰ ταύτης ἐξεμάνη4) κατὰ τοῦ βασιλέως. ὅπως τοῦ δήμου φοβηέντος καὶ ἐκ τοῦ θεάτρου ἀποδιδράσκοντος πολλοὶ διεφθάρησαν. περὶ τῶν Οὔγγρων. ὅτι ὁ βασιλεὺς τὸν ῾Ρὼς κεκίνηκε κατὰ τῶν Βουλγάρων.