Ancient Greek · ~2 min
Book 16
Joannes Zonaras, Argumenta 16.3
Not analysed yet
ὅτι ταχέως ὁ Μιχαὴλ τὰ ταμεῖα ἐκένωσε τὰ βασιλικά ,καὶ ὅτι τὴν μητέρα καὶ τὰς ἀδελφὰς ἀπέκειρεν. 2) ὅτι ἡ τῆς βασιλείας διοίκησις τῷ Βάρδᾳ ἀνετέθη. ὅτι ἐκστρατεύσας ὁ Μιχαὴλ καὶ πολιορ- κῶν τὰ Σαμόσατα κακῶς ἐκεῖθεν ἀπήλλαξεν. αὖθις στρατεία κατὰ Ἀγαρηνῶν καὶ αὗθις ἧττα Ῥωμαίων. ὅτι ὁ Πετρωνᾶς ἐστάλη κατὰ τῶν Ἀγαρηνῶν καὶ ὅτι συμβαλὼν αὐτοῖς ἐνίκησε, μοναχοῦ τινος τὴν νίκην αὐτῷ προειπόντος. ὅτι τοῦ Μανουὴλ θανόντος ὁ Πετρωνᾶς προεβλήθη δομέστικος τῶν σχολῶν.