Ancient Greek · ~6 min
16.4 to 16.8
Joannes Zonaras, Argumenta 16.4-8
Not analysed yet
ὅτι ἡνιόχει ὁ βασιλεὺς Μιχαὴλ καὶ οἱ ἄρχοντες αὐτοῦ. ὅπως τῶν κοινῶν ἐφρόντιζεν ὁ βέλτιστος βασιλεὺς οὗτος. ὅπως περὶ λόγους ἐσπούδασεν ὁ Βάρδας. περὶ τοῦ φιλοσόφου Λέοντος καὶ τοῦ αἰχμαλωτισθέντος μαθητοῦ αὐτοῦ. περὶ πατριαρχῶν. ὅσα ὁ θεῖος Ἰγνάτιος ἔπαθεν ἀφορίσας τὸν Καίσαρα Βάρδαν. Περὶ τῶν ῾Ρώς. περὶ τῶν ἐκ Κρήτης Ἀγαρηνῶν. περὶ τῶν τόπων ἐν οἶς ἀνήπτοντο οἱ πυρσοί. περὶ τῆς ἀνοήτου τοῦ Μιχαὴλ μετριότητος καὶ τῶν ἀνοητοτέρων παιγνίων αὐτοῦ. περὶ Βασιλείου τοῦ Μακεδόνος. Σημεῖον περὶ τὸν Βασίλειον γεγονὸς προδηλοῦν ὡς βασιλεύσει. περὶ τοῦ ὀνείρου τοῦ φανέντος τῷ νεωκόρῳ τοῦ ναοῦ τοῦ ἁγίου Διομήδους. ὅτι πρότερον ὁ Βασίλειος τῷ Θεοφιλίτζῃ ἐξυπηρέτησεν. ὅθεν καὶ ὅπως εἰς τὰ βασίλεια εἰσήχθη ὁ βασιλεύς, καὶ ὅπως ᾠκειώθη καὶ ἐτιμήθη. περὶ τῆς προρρήσεως τῆς μητρὸς τοῦ βασιλέως τῆς περὶ τοῦ Βασιλείου Ὅτι ἐπεβούλευον ἀλλήλοις1) ὁ Καῖσαρ καὶ ὁ Βασίλειος. σημεῖόν τι περὶ τὸν Καίσαρα γεγονός. ὅτι πολλὰ τῶν ᾠκονομημένων ἀνέτρεπεν ὁ βασιλεύς. ἀναίρεσις τοῦ Καίσαρος Βάρδα. ἀνάρρησις τοῦ Βασιλείου. ὅθεν ὁ Βασίλειος ἀνελεῖν ἠρεθίσθη τὸν Μιχαὴλ. ἀναίρεσις τοῦ βασιλέως Μιχαὴλ. Ὅτι τῶν κακῶς δαπανηθέντων χρημάτων ὁ βασιλεὺς συνάξας εἰς τρία ἐπόσωσε2) κεντηνάρια. ὅπως ὁ Φώτιος ἐξώσθη τῆς ἐκκλησίας. περὶ ἐπιβουλῆς. ὅτι ἔστεψε βασιλεῖς τοὺς υἱοὺς αὐτοῦ, τὰς δὲ θυγατέρας ἀπέκειρεν. ὅτι ἐν τῇ Κρήτῃ ἐκστρατεύσας ἡττήθη. ὅπως ὁ Χρυσόχειρ ἡττήθη παρὰ ῾Ρωμαίων καὶ ἀνῃρέθη. ὅτι τοῦ Ἰγνατίου τελευτήσαντος ὁ Φώτιος αὖθις ἀνήχθη εἰς τὸν θρόνον τὸν πατριαρχικόν.