Ancient Greek · ~3 min
Book 16
Joannes Zonaras, Argumenta 16.9
Not analysed yet
Περὶ ἐπιβουλῆς. ἐκστρατεία κατὰ Συρίας. ὅτι πολιορκῶν τὴν Ἄδαταν ὁ βασιλεύς, καὶ ὁρῶν τοὺς ἐντὸς μὴ φροντίζοντας τῆς πολιορκίας, ἤρετο τὸν τρόπον, καὶ ἀπηγγέλη αὐτῷ. ὅπως οἱ ἐκ Ταρ- σοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ ἡττήθησαν. περὶ τῶν ἐκ Καρχηδόνος Ἀγαρηνῶν. ὅτι ὁ ῥῆξ’ Φραγγίας συνεμάχησε τοῖς Ῥωμαίοις κατὰ τῶν Ἀγαρηνῶν, καὶ ἡττηθέντων ἑάλω καὶ ὁ ἀρχηγὸς αὐτῶν παρὰ τοῦ ῥῆγός, καὶ ὅσα ἐμηχανήσατο, καὶ διέδρα καὶ ὅσα ἐποίησεν. ὅτι ἐκ Ταρσοῦ πλοῖα ἐπολιόρκουν τὴν Εὔριπον, ἤνυσαν δὲ οὐδέν, καὶ ἐκ Κρήτης ἕτερα τὰς παραλίας Ῥωμαϊκὰς ἐδῄουν χώρας, ἀλλὰ κἀ- κεῖνα κακῶς ἀπηλλάγησαν. περὶ τῶν ἐξ Ἀφρικῆς νηῶν καὶ περὶ τῶν ἐκ τοῦ Ῥωμαϊκοῦ στόλου ἀπο- δράντων, καὶ ὅπως οὐδένα ἐκείνων ἀνελὼν τοῖς λοι- ποῖς ἐνεποίησε φόβον.