Ancient Greek · ~2 min
Book 17
Joannes Zonaras, Argumenta 17.11
Not analysed yet
Ὅτι ἐξέκοψε τὸ ἀλληλἐγγυον καὶ ἐπηύξησε τὴν ῥόγαν τῶν κληρικῶν τῆς μεγάλης ἐκκλησίας καὶ χρεοκοπίαν ἐποίησεν. ὅτι ὁ Προυσιανὸς ὑποπτευ- θεὶς ἐπὶ τυραννίδι ἐτυφλώθη. καὶ ὁ Διογενὴς Κωνσταντῖνος ὁμοίᾳ αἰτίᾳ καθείρχθη. ὅτι ἐσπείσατο τοῖς Ἀβασγοῖς καὶ τὴν ἰδίαν ἀνεψιὰν νύμφην ἔδωκεν. ὅτι οἶ Ἀγαρηνοὶ καιροῦ2) λαβόμενοι τῶν πόλεων ἐπελάβοντο ,ἃς παρὰ τοῦ Φώκα καὶ τοῦ Τζιμισκῆ ἀφῃρέθησαν. ὅτι ἐστράτευσε κατὰ τοῦ3) χαλεπ’, καὶ προσῆλθεν αὐτῷ πρεσβεία εἰρήνην αἰτοῦσα, ὁ δὲ οὐκ ἐσπείσατο. ὅτι Ἄραβες ἀθρόον τῷ χάρακι ἐπελ- θόντες ἐτρέψαντο τοὺς Ῥωμαίους, καὶ ὁ βασιλεὺς ἔφυγε, καὶ τὸ στρατόπεδον διηρπάγη.