Ancient Greek · ~4 min
17.12 to 17.14
Joannes Zonaras, Argumenta 17.12-14
Not analysed yet
Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς εἰς τὴν πόλιν βαρέως τοῖς ὑπ’ αὐτὸν προσεφέρετο. περὶ τῆς παρὰ πλ τοῦ Ῥωμανοῦ δομηθείσης μονῆς. περὶ τοῦ υἱοῦ τοῦ Χαλεπίτου. περὶ Κωνσταντίνου τοῦ Διογενοῦς. περὶ διαφόρων ἐθνῶν τὰ ὑπὸ Ῥωμαίους ληιζομένων. 1) περὶ τῆς αὐτογράφου ἐπιστολῆς τοῦ Χριστοῦ. περὶ τῶν μεταναστευόντων διὰ τὸν λιμόν. περὶ σεισμῶν. Ὅτι πρότερον ὁ βασιλεὺς κατέτεινεν ἑαυτὸν περὶ μίξιν παιδοποιίας ἐφιέμενος, ἀπογνοὺς δὲ ταύτης, οὐ συνεχῶς προσῄει τῇ βασιλίσσῃ, ἡ δὲ αὐτὸν ἐμίσησεν. ὅπως ὁ Παφλαγὼν Μιχαὴλ προσελήφθη παρὰ τοῦ βασιλέως, καὶ ὡς ἠράσθη αὐτοῦ ἡ Ζωή, καὶ ὅτι διὰ τὸν ἔρωτα ὁ βασιλεὺς Ρωμανὸς ἐπεβου- λεύθη καὶ τέθνηκε. τελευτὴ τοῦ βασιλέως Ῥωμανοῦ. 2)] Οἵως διετέθη πρὸς τὴν βασιλίδα ὁ Μιχαήλ. οἶος ἦν τὸ ἦθος ὁ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης. περὶ τῆς νόσου τοῦ βασιλέως Μιχαὴλ. περὶ τοῦ Δαλασσηνοῦ καὶ διὰ τίνα αἰτίαν καθείρχθη. περὶ τοῦ ἐξ Ἀφρικῆς στόλου. περὶ Παγκρατίου τοῦ ἄρχοντος Ἀβασγίας. περὶ Σκυθῶν. περὶ Ἀράβων. 2)]