Ancient Greek · ~3 min
Book 2
Joannes Zonaras, Argumenta 2.12
Not analysed yet
Περὶ τῶν πωλούντων τὴν χάριν τοῦ πνεύματος. περὶ ὧν προεῖπεν ἐσομένων τῇ γυναικὶ τοῦ Ἱεροβοὰμ Ἀχιά. ἐπέλευσις Σουσακὶμ κατὰ Ῥοβοὰμ καὶ ὅτι παρασπονδήσας ὁ Αἰγύπτιος πολλὰ χρήματα ἐσύλησεν. περὶ τῶν χρυσῶν ὅπλων Σολομῶντος καὶ τῶν δοράτων τῶν χρυσῶν τοῦ Δαβὶδ ἃ ἀνέθετο θεῷ. ἐπέλευσις Ἱεροβοὰμ καὶ νίκη τοῦ υἱοῦ Ῥοβοάμ. θάνατος Ἱεροβοάμ, οὗ διάδοχος ὁ υἱός. ὅτι ὁ Βασσὰν παγγενῆ τὸν οἶκον Ἱεροβοὰμ ἐξωλόθρευσεν. περὶ τοῦ εἰσδύντος εἰς τὰ βασίλεια καὶ ἑαυτὸν κἀκεῖνα καύσαντος. περὶ τοῦ πῶς ἐκλήθη Σαμάρ. ὅτι οἱ, τῶν Ἰσραηλιτῶν βασιλεῖς ὀλιγοχρόνιοι τότε ἦσαν διὰ τὴν παρανομίαν. ὅτι προεῖπεν ὁ προφήτης νίκας ἔσεσθαι καὶ λοιπὰς εὐκληρίας τοῖς ἀν- θρώποις ἐκείνοις, εἰ ἀντιποιοῦνται δικαιοσύνης. περὶ Ἀχαάβ, ὅτι ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασί- λεια.