Ancient Greek · ~3 min
Book 2
Joannes Zonaras, Argumenta 2.13
Not analysed yet
Περὶ Ἠλιοὺ καὶ περὶ τῆς ἀνομβρίας καὶ περὶ τοῦ τρέφεσθαι αὐτὸν ὑπὸ κόρακος καὶ περὶ τῆς χήρας ἣ ἔτρεφε τὸν Ἠλιού. περὶ τοῦ υἱοῦ τῆς χήρας, ὃν ἀνέστησεν Ἠλιού. περὶ Ἀβδίου, ὅτι χρη- στὸς ὢν φεύγειν συνῄνει τὸν Ἠλιού, ἴνα μὴ ἀναιρεθῇ. περὶ ὧν ἔκρυπτεν Ἀβδίου ἑκατὸν προφητῶν. περὶ ὧν ἐπαρρησιάσατο Ἠλίας πρὸς Ἀχαάβ. περὶ τῆς θυσίας τῶν ψευδοπροφητῶν καὶ τῆς θυσίας Ἠλιού, καὶ ὅπως ἀνεῖλε τοὺς ἱερεῖς τῆς αἰσχύνης. ὅτι εἶπεν Ἠλίας εἶναι ὑετόν, καὶ ἐγένετο. καὶ ὅτι ἔφυγε διὰ τὴν Ἰεξάβελ. ὅτι τεσσαράκοντα ἡμέρας ἄσιτος ἐπορεύετο Ἠλιού. ὅπως ἔχρισεν Ἠλίας τὸν Ἀξαὴλ εἰς βασιλέα καὶ τὸν Ἰηοὺ καὶ τὸν Ἐλισσαῖον εἰς προφήτην.