Ancient Greek · ~4 min
Book 2
Joannes Zonaras, Argumenta 2.14
Not analysed yet
Περὶ τοῦ ἀμπελῶνος Ναβουθαί. ὅπως ἐξ ἐπιβουλῆς τῆς Ἰεξάβελ ὁ Ναβουθαὶ τέθνηκε, καὶ ὅπως ἔκτοτε τὸν ἀμπελῶνα κατέσχεν Ἀχαάβ. πρόρρησις Ἠλιοὺ περὶ τῆς ἀπωλείας τοῦ Ἀχαὰβ παγγενῆ διὰ τὸν φόνον Ναβουθαί 1). ὅτι διὰ τὴν μετά- νοιαν τοῦ Ἀχαὰβ τὰ ἠπειλημένα ὑπερθέσθαι εἷπεν ὁ θεὸς καὶ τελέσαι ταῦτα ἐπὶ τῶ υἱῶ αὐτοῦ. ὅτι ὁ βασιλεὺς Συρίας ἐστράτευσε κατὰ Σαμαρείας. ὅτι ὁ Ἀχαὰβ πεισθεὶς τῷ προφήτῃ μετὰ σλβ' ἡττᾷ τὸν Ἀσσύριον καὶ σκυλεύει αὐτοῦ τὸ στράτευμα. ὅτι καὶ πάλιν ἐπεστράτευσε κατὰ Σαμαρείας ὁ Σύρος. ἧττα καὶ πάλιν τῶν Σύρων. ὅπως οἶ τοῦ Ἄδερ προσῆλθον δεδεμένοι ἑκόντες τῷ Ἀχαάβ, καὶ ὅπως τὸν Ἄδερ μετὰ τιμῆς ἐδέξατο. περὶ τοῦ προφήτου Μιχαίου, καὶ ὅπως ἠξίου παταχθῆναι. ἐκστρατεία Ἀχαὰβ κατὰ τῆς πόλεως Ῥεμμάν. ὅπως προεῖπε Μιχαίας τὸν Ἀχαὰβ πεσεῖσθαι ἐν Ῥεμμάν. ὅπως ἐν τῷ πολέμῳ τοξευθεὶς Ἀχαὰβ ἔθανεν. ὅτι κατὰ τὴν πρόρρησιν Ἠλιοὺ τὸ αἷμα Ἀχαὰβ κύνες ἔλειξαν καὶ πόρναι ἐλούσαντο.