Ancient Greek · ~2 min
Book 2
Joannes Zonaras, Argumenta 2.16
Not analysed yet
Πῶς 2) Ἐλισσαῖος ἐπλήθυνε τὸ ἔλαιον τῇ χρεωστούσῃ γυναικί. ὅτι ἐγεννήθη ὁ παῖς, καθὼς προεῖπεν Ἐλισσαιέ, καὶ ὅτι τεθνηκότα τὸν παῖδα πάμωαβίταις λῖν ἀνέστησεν Ἐλισσαῖος. ὅτι διὰ μετρίων ἄρτων Ἐλισσαῖος πλῆθος ἐχόρτασε πολύ. ὅπως προσήγαγε χρήματα τῷ Ἐλισσαίῳ Νεεμάν, ἵνα τῆς λέπρας λυτρωθῇ. ὅτι κατ’ ἐντολὴν τοῦ προφήτου εἰς τὸν Ἰορδάνην ἐλούσατο Νεεμάν, καὶ ἐκαθαρίσθη. περὶ τῆς εἰς τὸ ὕδωρ πεσούσης ἀξίνης, καὶ ὅπως ἀνέδυ διὰ τοῦ ξύλου. περὶ τοῦ ληψομένου λαοῦ τὸν Ἐλισσαῖον. ὅπως ἤγαγεν αὐτοὺς εἰς μέσους τοὺς πολεμίους, καὶ ὅπως πάλιν ἐρρύσατο τούτους, καὶ ὅπως εἶδεν αὐτὸν ὁ οἰκεῖος διάκονος πυρίνοις ἅρμασι κεκυκλωμένον.