Ancient Greek · ~2 min
Book 2
Joannes Zonaras, Argumenta 2.17
Not analysed yet
>ὅτι ἐν καιρῷ λιμοῦ ἡ κεφαλὴ τῆς ὄνου πολλοῦ ἐπωλεῖτο. περὶ τῆς ἐγκαλούσης γυναικὸς ὅτι μὴ πείθεται ταῖς συνθήκαις. ὅτι προεῖπεν Ἐλισσαῖος τὴν τῶν ἐναντίων καταστροφήν. ὅπως ἀθρόον οἱ Σύροι ἡττήθησαν. περὶ τῶν λεπρῶν, οἱ κατεμήνυσαν τὴν τῶν ἐναντίων ὑποχώρησιν. ὅτι μετὰ τὴν τῶν πολεμίων ὑποχώρησιν ἄφθονα γέγονε τὰ ἀναγκαῖα. ὁ δὲ ἀπιστήσας τῇ προρρήσει τοῦ προφήτου συμπατηθεὶς τέθνηκε, καὶ οὐκ ἔφαγε κατὰ τὴν πρόρρησιν Ἐλισσαίου. ὅτι προεῖπεν ὁ προφήτης τῷ Ἀξαὴλ τὴν βασιλείαν Συρίας. ὅτι Ἀξαὴλ ἔπνιξε τὸν βασιλέα Δαμάσκου καὶ ἐκράτησεν.