Ancient Greek · ~3 min
Book 2
Joannes Zonaras, Argumenta 2.23
Not analysed yet
Πότε Σεναχηρεὶμ ἐστράτευσε κατὰ τῆς Ἰουδαίας. ῥήματα Ῥαψάκῃ1) πρὸς Ἐξεκίαν, καὶ ὅτι οὗτος τὸν θεὸν ἐπικαλεσάμενος ἐνίκησε κατὰ τὴν πρόρρησιν Ἠσαΐου. ὅτι διὰ νυκτὸς ἄγγελος ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν ἐναντίων. περὶ τῶν μυῶν τῶν φαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ ὅπλα. περὶ τῶν ἐν μιᾷ νυκτὶ διὰ λοιμώδους 2) νόσου ἀναιρεθέντων Ἀσσυρίων μυριάδων πολλῶν. ἀναίρεσις Σεναχηρείμ. νόσος Ἐξεκίου καὶ προφητεία Ἠσαίου ὅτι θνήσκει. καὶ μετάνοια Ἐξεκίου, καὶ προσθήκη αὐτοῦ τῆς ζωῆς. καὶ περὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου ὃν ἐποίησεν Ἠσαΐας. ὅτι Ἐξεκίας ἤνοιξε τοὺς θησαυροὺς αὐτοῦ καὶ τὰ ὅπλα τοῖς πρέσβεσι τοῦ βασιλέως 3) Βαβυλωνίων, καὶ ὅτι Ἠσαΐας ᾐτιάσατο τοῦτο. θάνατος Ἐξεκίου. ἀνάρρησις Μανασσῆ καὶ Βαβυλωνίων ἐπέλευσις καὶ νίκη. ὅτι μετανοήσας Μανασσῆς ἐλυτρώθη τῆς αἰχμαλωσίας. τελευτὴ Μανασσῆ. βασιλεία Ἰωνία καὶ ἀνακαινισμὸς τοῦ ναοῦ. 4)