Ancient Greek · ~4 min
2.20 to 2.22
Joannes Zonaras, Argumenta 2.20-22
Not analysed yet
ὅτι θνήσκων ’Eλισσαιὲ ἐθρηνεῖτο παρὰ βασιλέως Ἰωάς. περὶ τοῦ ῥιφέντος παρὰ τῶν λῃστῶν εἰς τὸν τάφον ’Eλισσαιὲ καὶ ζήσαντος. τελευτὴ Ἰάς, ὃν διεδέξατο Ἀμεσίας ὁ υἱός, καὶ ἐκόλασε τοὺς τὸν πατέρα ἀνελόντας, τοὺς δ’ υἱοὺς αὐτῶν ἀφῆκεν. ὅτι Ἀμεσίας ὑπερηφανευσάμενος ἐμήνυσε δριμέα πρὸς τὸν βασιλέα Ἰσραήλ. ὁ δὲ ταπεινοφρονεῖν) αὐτῷ ἀντεμήνυσε διὰ παραδείγματος. ὅτι ὁ Ἰωὰς νικᾷ Ἀμεσίαν. Περὶ τοῦ προφήτου Ἰωνᾶ, καὶ ὅτι ἀπεστάλη εἰς Νινευίτας, καὶ ὅτι ὁ κλῆρος ἐπὶ τὸν Ἰωνᾶν ἔπεσεν. ὅπως ὁ τῆς Νινευὶ βασιλεὺς καὶ ὁ λαὸς ἅπας μετενόησαν. περὶ τοῦ Ὀξίου, ὅπως ὡς ἱερεὺς θυμιᾶσαι ἐπιχειρήσας ἐλεπρώθη. περὶ τοῦ προφήτου Ναούμ. Ὅτι Φακεὲ πολλοὺς αἰχμαλώτους εἰς Σαμάρειαν ἤγαγεν, εἶτα τούτους ἀπέλυσεν ὡς ὁμοφύλους. ὅτι σφόδρα ἠσέβησεν Ἀχάξ. ὅτι εὐσεβὴς ἦν Ἐζεκίας. πολιορκία καὶ κατάσχεσις Σαμαρείας. ὅτι μετῳκίσθησαν οἶ Σαμαρεῖται ἀπὸ Σαμαρείας. ὅτι ἐγκατῳκίσθησαν ἐκεῖ οἶ Χουθαῖοι. μετὰ δὲ τὴν κατοίκησιν λέοντες τούτους διέφθειραν· διὸ καὶ ἐπείσθησαν τῷ θεῷ προσελθεῖν.