Ancient Greek · ~2 min
Book 2
Joannes Zonaras, Argumenta 2.25
Not analysed yet
ὅπως τῆς Ἱερουσαλὴμ ὁ Σεδεκίας ἐβασίλευσεν. περὶ τῶν δοκουμένων διαφωνιῶν τῶν προφητῶν, καὶ ὅπως ὁμόφωνοι εὑρέθησαν. ὅτι ὁ Σεδελόας τυφλωθεὶς οὐκ εἶδε τὴν Βαβυλῶνα. περὶ προεῖπεν Ἱερεμίας ἐσομένων κακῶν. ἡ δευτέρα ἐπέλευσις τῶν Βαβυλωνίων κατὰ Ἰερουσαλήμ, καὶ ὅπως τὰ ἐσόμενα εἰδὼς Ἱερεμίας παρεκάλει τὸν λαὸν δέξασθαι τοὺς Βαβυλωνίους. ὅπως εἰς λάκκον ὁ προφήτης ἐνεβληθη. κατάσχεσις τῆς Ἱερουσαλὴμ παρὰ τῶν Βαβυλωνίων. ὅτι ἐζωγρήθη Σεδεκίας παγγενῆ, καὶ ἐτυφλώθη, οἱ δὲ ἐκείνου ἀνῃρέθησαν. ὅπως ὁ Ναβουξαρδὰν τὸν ναόν, τὰ βασίλεια, καὶ τὴν πόλιν κατέσκαψεν.