Ancient Greek
3.1 to 3.2
Joannes Zonaras, Argumenta 3.1-2
Not analysed yet
ὅτι ὁ Ἰσμαὴλ τὸν Γοδολίαν ἀπέκτεινεν. φυγὴ πρὸς Αἴγυπτον τῶν Ἰουδαίων ἀγόντων καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ὅτι λίθοις τέθνηκεν Ἱερεμίας. ὅπως παρ’ Ἀλεξάνδρου ὁ νεκρὸς Ἱερεμίου μετηνέχθη εἰς Ἀλεξάνδρειαν. 1) πότε αἱ δέκα φυλαὶ ἤχθησαν εἰς Σαμάρειαν. πότε αἱ δύο παρὰ Ναβουχοδονόσορ ᾐχμαλωτίσθησαν. Περὶ τῶν εὐνουχισδέντων αἰχμαλώτων παρὰ τοῦ Βαβυλωνίου. περὶ Δανιὴλ καὶ τῶν τριῶν παίδων. ὅπως οὐκ ἐκρεωφάγησαν οἱ παῖδες καὶ ὁ Δανιήλ. ὅτι τὴν Χαλδαικὴν παιδείαν ἔμαθον οἱ παῖδες καὶ ὁ Δανιήλ. περὶ τοῦ ἐνυπνίου Ναβουχοδονόσορ. ὅπως ἱκέτευον οἱ παῖδες τὸν θεὸν ἀποκαλυφθῆναι αὐτοῖς τὸ ἐνύπνιον. διήγησις τοῦ ἐνυπνίου καὶ κρίσις. ποίας βασιλείας εἰκόνιζεν ἡ εἰκὼν ἡ τῷ Ναβουχοδονόσορ.